Oldalképek
PDF
ePub

4

ἴσον ἐμοὶ φάσθαι, καὶ ὁμοιωθήμεναι ἄντην.

Πηλείδης δ' ἐξαῦτις ἀταρτηροῖσι ἔπεσσιν, Ατρείδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο· Οἰνοβαρές, κυνὸς ὄμματ ̓ ἔχων, κραδίην δ' ἐλά

φοιο,

οὔτε ποτ ̓ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι, οὔτε λόχονδ' ιέναι σὺν ἀριστήεσσιν ̓Αχαιῶν τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι. ἤ πολὺ λώιόν ἐστι, κατὰ στρατὸν εὐρὺν ̓Αχαιῶν δῶρ ̓ ἀποαιρεῖσθαι, ὅς τις σέθεν ἀντία εἴπῃ. δημοβόρος βασιλεύς. ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις ἡ γὰρ ἄν, Ατρείδη, νῦν ὕστατα λωβήσαιο. ἀλλ ̓ ἔκ τοι ἐρέω, καὶ ἐπὶ μέγαν ὅρκον ὁμοῦμαι· ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔποτε φύλλα καὶ ὄζους φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, οὐδ ̓ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψεν φύλλα τε καὶ φλοιόν· νῦν αὐτέ μιν υἷες ̓Αχαιῶν ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας πρὸς Διὸς εἰρύαται· ὁ δέ τοι μέγας ἔσσεται ὅρκος ἢ ποτ' ̓Αχιλλῆος ποθὴ ἕξεται υἷας Αχαιῶν σύμπαντας· τότε δ ̓ οὔτι δυνήσεαι αχνύμενός περ χραισμεῖν, εὖτ ̓ ἂν πολλοὶ ὑφ ̓ Εκτορος ἀνδροφόνοιο θνήσκοντες πίπτωσι· σὺ δ ̓ ἔνδοθι θυμὸν ἀμύξεις χωόμενος, ὅτ ̓ ἄριστον ̓Αχαιῶν οὐδὲν ἔτισας.

v. 148-187; 223-244.

Ω

III.

The Nod of Zeus.

Σ φάτο· τὴν δ ̓ οὔτι προσέφη νεφεληγερέτα

Ζεύς,

ἀλλ ̓ ἀκέων δὴν ἧστο· Θέτις δ ̓ ὡς ἥψατο γούνων, ὣς ἔχετ ̓ ἐμπεφυυΐα, καὶ εἴρετο δεύτερον αὖτις·

Νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον, ἢ ἀπόειπ'· ἐπεὶ οὔ τοι ἔπι δέος· ὄφρ' ἐὺ εἰδῶ, ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.

Τὴν δὲ μέγ ̓ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· ἢ δὴ λοίγια ἔργ ̓, ὅτε μ' ἐχθοδοπῆσαι ἐφήσεις ̔́Ηρῃ, ὅτ' ἄν μ' ἐρέθησιν ὀνειδείοισι ἔπεσσιν. ἡ δὲ καὶ αὕτως μ' αἰεὶ ἐν ἀθανάτοισι θεοῖσιν νεικεῖ, καί τέ μέ φησι μάχη Τρώεσσιν ἀρήγειν. ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε, μή τι νοήσῃ “Ηρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται, ὄφρα τελέσσω. εἰ δ', ἄγε τοι κεφαλῇ κατανεύσομαι, ὄφρα πεποίθης τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ ̓ ἀθανάτοισι μέγιστον τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ ̓ ἀπατηλόν οὐδ ̓ ἀτελεύτητον, ὅτι κεν κεφαλῇ κατανεύσω.

Η, καὶ κυανέησιν ἐπ ̓ ὀφρύσι νεῦσε Κρονίων· ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπ' ἀθανάτοιο· μέγαν δ' ἐλέλιξεν Ολυμπον. Τώ γ ̓ ὣς βουλεύσαντε διέτμαγεν· ἡ μὲν ἔπειτα εἰς ἅλα ἄλτο βαθεῖαν ἀπ' αἰγλήεντος Ολύμπου,

Ζεὺς δὲ ἑὸν πρὸς δῶμα. θεοὶ ̓ ἅμα πάντες ἀνέσταν ἐξ ἑδρέων, σφοῦ πατρὸς ἐναντίον. οὐδέ τις ἔτλη μεῖναι ἐπερχόμενον, ἀλλ ̓ ἀντίοι ἔσταν ἅπαντες.

v. 511-535.

Ω

IV.

The Greeks pour forth to the Agora.

Σ ἄρα φωνήσας βουλῆς ἐξ ἦρχε νέεσθαι. οἱ δ ̓ ἐπανέστησαν, πείθοντό τε ποιμένι λαῶν, σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί. ἠύτε ἔθνεα εἶσι μελισσάων ἀδινάων, πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων· βοτρυδὸν δὲ πέτονται ἐπ ̓ ἄνθεσιν εἰαρινοῖσιν· αἱ μέν τ' ἔνθα ἅλις πεποτήαται, αἱ δέ τε ἔνθα· ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων ἠιόνος προπάροιθε βαθείης ἐστιχόωντο ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν Οσσα δεδήει, ὀτρύνουσ' ἰέναι, Διὸς ἄγγελος· οἱ δ ̓ ἀγέροντο. τετρήχει δ' ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα λαῶν ἱζόντων, ὅμαδος δ ̓ ἦν· ἐννέα δέ σφεας κήρυκες βοόωντες ἐρήτυον, εἴποτ ̓ ἀυτῆς σχοίατ', ἀκούσειαν δὲ διοτρεφέων βασιλήων. σπουδῇ δ ̓ ἕζετο λαός, ἐρήτυθεν δὲ καθ ̓ ἕδρας, παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Αγαμέμνων ἔστη, σκῆπτρον ἔχων τὸ μὲν Ηφαιστος κάμε τεύχων. Bk. II. v. 84-101.

7

Τ.

Η

The Marshalling of the Forces.

ὙΤΕ πῦρ ἀίδηλον ἐπιφλέγει ἄσπετον ὕλην οὔρεος ἐν κορυφῆς, ἕκαθεν δέ τε φαίνεται αὐγή

ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο αἴγλη παμφανόωσα δι' αἰθέρος οὐρανὸν ἵκεν. Τῶν δ ̓, ὥς τ ̓ ὀρνίθων πετεηνῶν ἔθνεα πολλά, χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων, ̓Ασίῳ ἐν λειμῶνι, Καϋστρίου ἀμφὶ ῥέεθρα, ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσιν, κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών· ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων

ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων. ἔσταν δ' ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρη. Ἠύτε μυιάων ἀδινάων ἔθνεα πολλά,

αἵ τε κατὰ σταθμὸν ποιμνήιον ἠλάσκουσιν, ὥρῃ ἐν εὐαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει· τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Αχαιοὶ ἐν πεδίῳ ἵσταντο, διαρραῖσαι μεμαῶτες.

Τοὺς δ ̓, ὥς τ' αἰπόλια πλατέ ̓ αἰγῶν αἰπόλοι ἄν

δρες

ῥεῖα διακρίνωσιν, ἐπεί κε νομῷ μιγέωσιν·

ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα

ὑσμίνηνδ' ἰέναι· μετὰ δέ κρείων Αγαμέμνων, ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ, *Αρεῖ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι. ἠύτε βοῦς ἀγέληφι μέγ ̓ ἔξοχος ἔπλετο πάντων ταῦρος (ὁ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένησιν·) τοῖον ἄρ' Ατρείδην θῆκε Ζεὺς ἤματι κείνῳ, ἐκπρεπέ ̓ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.

v. 455-483.

O'

VI.

Helen on the Walls of Troy.

Ι δ ̓ ὡς οὖν εἴδονθ ̓ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν, ἧκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον. Οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας Αχαιοὺς τοιῇδ ̓ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· αἰνῶς ἀθανάτησι θεαῖς εἰς ὦπα ἔοικεν. ἀλλὰ καὶ ὥς, τοίη περ ἐοῦσ ̓, ἐν νηυσὶ νεέσθω, μηδ' ἡμῖν τεκέεσσί τ ̓ ὀπίσσω πῆμα λίποιτο.

Ὣς ἄρ ̓ ἔφαν· Πρίαμος δ ̓ Ελένην ἐκαλέσσατο φωνῇ·

δεῦρο πάροιθ ̓ ἐλθοῦσα, φίλον τέκος, ἵζευ ἐμεῖο, ὄφρα ἴδῃ προτέρον τε πόσιν πηούς τε φίλους τε οὔτι μοι αἰτίη ἐσσί· θεοί νύ μοι αἴτιοί εἰσιν, οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν ̓Αχαιῶν. ὥς μοι καὶ τόνδ' ἄνδρα πελώριον ἐξονομήνης, ὅδ ̓ ἐστὶν ̓Αχαιὸς ἀνὴρ ἠύς τε μέγας τε.

ΰς τις

« ElőzőTovább »