Oldalképek
PDF
ePub

Α

XXI.

The Death of Euphorbus.

ΙΜΑΤΙ οἱ δεύοντο κόμαι χαρίτεσσιν ὁμοῖαι
πλοχμοί θ', οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφή

κωντο.

οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης χώρῳ ἐν οἰοπόλῳ, ὅθ ̓ ἅλις ἀναβέβρυχεν ὕδωρ, καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσιν παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ· ἐλθὼν δ ̓ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ βόθρου τ' ἐξέστρεψε καὶ ἐξετάνυσσ ̓ ἐπὶ γαίῃ· τοῖον Πάνθου υἱὸν ἐυμμελίην Εὔφορβον Ατρείδης Μενέλαος ἐπεὶ κτάνε, τεύχε' ἐσύλα.

Ὡς δ ̓ ὅτε τίς τε λέων ὀρεσίτροφος, ἀλκὶ πεποιθώς, βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη· τῆς δ' ἐξ αὐχέν' ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν πρῶτον, ἔπειτα δέ θ' αἷμα καὶ ἔγκατα πάντα λαφύσσει δηῶν· ἀμφὶ δὲ τόν γε κύνες ἄνδρες τε νομῆες πολλὰ μάλ' ἰύζουσιν ἀπόπροθεν, οὐδ ̓ ἐθέλουσιν ἀντίον ἐλθέμεναι μάλα γὰρ χλωρὸν δέος αἱρεῖ· ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.

Bk. XVII. v. 51-69.

XXII.

The Horses of Achilles weep for Patroclus.

Ω

Σ οἱ μὲν μάρναντο, σιδήρειος δ' ορυμαγδός χάλκεον οὐρανὸν ἱκε δι' αἰθέρος ἀτρυγέτοιο· ἵπποι δ' Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο ἐν κονίησι πεσόντος ὑφ ̓ Εκτορος ἀνδροφόνοιο. ἢ μὴν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων, πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δ ̓ ἀρειῇ· τὼ δ ̓ οὔτ ̓ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον ἠθελέτην ἰέναι οὔτ ̓ ἐς πόλεμον μετ ̓ ̓Αχαιούς, ἀλλ ̓ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τ ̓ ἐπὶ τύμβῳ ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός, ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες, οὔδει ἐνισκίμψαντε καρήατα. δάκρυα δέ σφιν θερμὰ κατὰ βλεφάρων χαμάδις ρε μυρομένοισιν ἡνιόχοιο πόθῳ· θαλερὴ δ ̓ ἐμιαίνετο χαίτη ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν. μυρομένω δ ̓ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων, κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν· ὦ δειλώ, τί σφῶι δόμεν Πηλῆι ἄνακτι θνητῷ, ὑμεῖς δ ̓ ἐστὸν ἀγήρω τ ̓ ἀθανάτω τε. ἦ ἵνα δυστήνοισι μετ ̓ ἀνδράσιν ἄλγε ̓ ἔχητον ; οὐ μὲν γάρ τί πού ἐστιν οιζυρώτερον ἀνδρὸς πάντων, ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.

ἀλλ ̓ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν "Εκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω. ἢ οὐχ ἅλις ὡς καὶ τεύχε' ἔχει καὶ ἐπεύχεται αὕτως ; σφῶιν δ ̓ ἐν γούνεσσι βαλῶ μένος ἠδ ̓ ἐνὶ θυμῷ, ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω, κτείνειν, εἰς ὅ κε νῆας ἐυσσέλμους ἀφίκωνται δύῃ τὸ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.

Bk. XVII. v. 424-455.

XXIII.

From the Shield of Achilles.

ΕΝ δ' ἐτίθει νειὸν μαλακήν, πίειραν ἄρουραν,

εὐρεῖαν τρίπολον• πολλοὶ δ ̓ ἀροτῆρες ἐν αὐτῇ ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα. οἱ δ ̓ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης, τοῖσι δ ̓ ἔπειτ ̓ ἐν χερσὶ δέπας μελιηδέος οἴνου δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀν ̓ ὄγμους, ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.

ἡ δὲ μελαίνετ ̓ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο.

Ἐν δ ̓ ἐτίθει τέμενος βαθυλήιον· ἔνθα δ' ἔριθοι ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.

δράγματα δ' ἄλλα μετ ̓ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε, ἄλλα δ ̓ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.

τρεῖς δ ̓ ἄρ ̓ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθεν

παῖδες δραγμεύοντες, ἐν ἀγκαλίδεσσι φέροντες, ἀσπερχὲς πάρεχον. βασιλεὺς δ ̓ ἐν τοῖσι σιωπῇ σκῆπτρον ἔχων ἑστήκει ἐπ ̓ ὄγμου γηθόσυνος κῆρ. κήρυκες δ' ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο, βοῦν δ ̓ ἱερεύσαντες μέγαν ἄμφεπον· αἱ δὲ γυναῖκες δεῖπνον ἐρίθοισιν λεύκ ̓ ἄλφιτα πολλὰ πάλυνον.

Ἐν δ ̓ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν καλὴν χρυσείην· μέλανες δ ̓ ἀνὰ βότρυες ἦσαν, ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέησιν.

ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ ̓ ἕρκος ἔλασσεν κασσιτέρου· μία δ ̓ οἴη ἀταρπιτὸς ἦεν ἐπ ̓ αὐτήν, τῇ νίσσοντο φορῆες, ὅτε τρυγόφεν ἀλωήν. παρθενικαὶ δὲ καὶ ἠίθεοι ἀταλὰ φρονέοντες πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν. τοῖσιν δ ̓ ἐν μέσσοισι πάις φόρμιγγι λιγείη ἱμερόεν κιθάριζε, λίνον δ ̓ ὑπὸ καλὸν ἄειδεν λεπταλέη φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ μολπῇ τ' ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.

Bk. XVIII. v. 541-572.

H

XXIV.

The Presentation of the Arms.

ΩΣ μὲν κροκόπεπλος ἀπ ̓ Ωκεανοῖο ῥοάων ὤρνυθ ̓, ἵν ̓ ἀθανάτοισι φόως φέροι ἠδὲ βρο

τοῖσιν.

ἡ δ ̓ ἐς νῆας ἵκανε, θεοῦ πάρα δῶρα φέρουσα.

εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱόν, κλαίοντα λιγέως· πολέες δ ̓ ἀμφ' αὐτὸν ἑταῖροι μύρονθ'. ἡ δ ̓ ἐν τοῖσι παρίστατο δια θεάων, ἔν τ ̓ ἄρα οἱ φῦ χειρί, ἔπος τ ̓ ἔφατ', ἔκ τ ̓ ὀνόμαζεν· τέκνον ἐμόν, τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη τύνη δ' Ηφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο, καλὰ μάλ', οἷ ̓ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν. Ὣς ἄρα φωνήσασα θεὰ κατὰ τεύχε' ἔθηκεν πρόσθεν ̓Αχιλλῆος· τὰ δ ̓ ἀνέβραχε δαίδαλα πάντα. Μυρμιδόνας δ ̓ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη ἄντην εἰσιδέειν, ἀλλ ̓ ἔτρεσαν. αὐτὰρ ̓Αχιλλεὺς ὡς εἶδ', ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν· τέρπετο δ' ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.

[blocks in formation]

χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὤρνυτο ποσσὶν ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος ̓Αχιλλεύς. κνημῖδας μὲν πρῶτα περὶ κνήμησιν ἔθηκεν καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας

δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.

« ElőzőTovább »