Oldalképek
PDF
ePub

N

CCC.

Midnight Agony of Medea.

ΥΞ' μὲν ἔπειτ' ἐπι γαῖαν ἄγεν κνέφας· οἱ δ ̓ ἐνὶ πόντῳ

ναῦται εἰς ̔Ελίκην τε καὶ ἀστέρας Ωρίωνος ἔδρακον ἐκ νηῶν· ὕπνοιο δὲ καί τις ὁδίτης ἤδη καὶ πυλαωρὸς ἐέλδετο· καί τινα παίδων μητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμ ̓ ἐκάλυπτεν· οὐ δὲ κυνῶν ὑλακὴ ἔτ ̓ ἀνὰ πτόλιν, οὐ θρόος εν ἠχήεις· σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην. ἀλλὰ μάλ' οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος. πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματ ̓ ἔγειρεν δειδυῖαν ταύρων κρατερὸν μένος, οἶσιν ἔμελλεν φθίσθαι ἀεικελίη μοίρῃ κατὰ νειὸν "Αρηος. πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυιεν, ἠελίου ὡς τίς τε δόμοις ἐνιπάλλεται αἴγλη ὕδατος ἐξανιοῦσα, τὸ δὴ νέον ἠὲ λέβητι, ἠέ που ἐν γαυλῷ κέχυται· ἣ δ' ἔνθα καὶ ἔνθα ὠκείῃ στροφάλιγγι τινάσσεται ἀίσσουσα· ὣς δὲ καὶ ἐν στήθεσσι κέαρ ἐλελίζετο κούρης.

"Η, καὶ φωριαμὸν μετεκίαθεν, ᾗ ἔνι πολλὰ φάρμακά οἱ, τὰ μὲν ἐσθλὰ, τὰ δὲ ῥαιστήρι ̓ ἔκειτο. ἐνθεμένη δ' ἐπὶ γούνατ' ὀδύρετο. δεῦε δὲ κόλπους ἄλληκτον δακρύοισι, τὰ δ ̓ ἔρρεεν ἀσταγὲς αὕτως, αἴν' ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἵετο δ' ἥγε φάρμακα λέξασθαι θυμοφθόρα, τόφρα πάσαιτο. ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο,

ἐξελέειν μεμαυῖα, δυσάμμορος. ἀλλά οἱ ἄφνω δεῖμ' ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθ ̓ Αίδαο. ἔσχετο δ' ἀμφασίη δηρὸν χρόνον, ἀμφὶ δὲ πᾶσαι θυμηδεῖς βιότοιο μεληδόνες ινδάλλοντο. μνήσατο μὲν τερπνῶν, ὅσ ̓ ἐνι ζωοῖσι πέλονται, μνήσαθ' ὁμηλικίης περιγηθέος, οἷά τε κούρη καί τέ οἱ ἠέλιος γλυκίων γένετ ̓ εἰσοράασθαι, ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθ ̓ ἕκαστα. καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων, "Ηρης ἐννεσίησι μετάτροπος, οὐ δ ̓ ἔτι βουλὰς ἄλλῃ δοιάζεσκεν· ἐέλδετο δ' αἶψα φανῆναι ἠῶ τελλομένην, ἵνα οἱ θελκτήρια δοίη φάρμακα συνθεσίῃσι, καὶ ἀντήσειεν ἐς ὠπήν. πυκνὰ δ ̓ ἀνὰ κληῖδας ἑῶν λύεσκε θυράων, αἴγλην σκεπτομένη τῇ δ ̓ ἀσπάσιον βάλε φέγγος Ηριγενὴς, κίνυντο δ ̓ ἀνὰ πτολίεθρον ἕκαστοι. 742-758; 801-823.

CCCI.

The Interview in the Temple of Hecate.

ΟΥ

Υ δ' ἄρα Μηδείης θυμὸς τράπετ' ἄλλο νοῆσαι, μελπομένης περ ὁμῶς· πᾶσαι δέ οἱ, ἥντιν ἀθύροι

μολπὴν, οὐκ ἐπὶ δηρὸν ἐφήνδανεν ἑψιάασθαι. ἀλλὰ μεταλλήγεσκεν ἀμήχανος, οὐ δέ ποτ ̓ ὄσσε ἀμφιπόλων μεθ' ὅμιλον ἔχ ̓ ἀτρέμας· ἐς δὲ κελεύθους τηλόσε παπταίνεσκε, παρακλίνουσα παρειάς. ἢ θαμὰ δὴ στηθέων ἐάγη κέαρ, ὁππότε δοῦπον

ἢ ποδὸς ἢ ἀνέμοιο παραθρέξαντα δοάσσαι. αὐτὰρ ὅγ ̓ οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη ὑψόσ' ἀναθρώσκων, ἅτε Σείριος ὠκεανοῖο, ὃς δή τοι καλὸς μὲν ἀρίζηλός τ ̓ ἐσιδέσθαι ἀντέλλει, μήλοισι δ' ἐν ἄσπετον ἧκεν διζύν· ὣς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι Αἰσονίδης, κάματον δὲ δυσίμερον ώρσε φαανθείς. ἐκ δ' ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δ' αὕτως ἤχλυσαν· θερμὸν δὲ παρηίδας εἷλεν ἔρευθος. γούνατα δ ̓ οὔτ ̓ ὀπίσω, οὔτε προπάροιθεν ἀεῖραι ἔσθενεν, ἀλλ ̓ ὑπένερθε πάγη πόδας· αἱ δ ̓ ἄρα τείως ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν.— Ὣς φάτο, μελιχίοισι καταψήχων ὀάροισιν. τῆς δ ̓ ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνῖαι, καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ. “ ̔Ελλάδι που τάδε καλὰ, συνημοσύνας ἀλεγύνειν, Αἰήτης δ ̓ οὐ τοῖος ἐν ἀνδράσιν, οἷον ἔειπας Μίνω Πασιφάης πόσιν ἔμμεναι· οὐ δ' ̓Αριάδνη ἰσοῦμαι· τῶ μήτι φιλοξενίην ἀγόρευε.

ἀλλ ̓ οἷον τύνη μὲν ἐμεῦ, ὅτ' Ιωλκὸν ἵκηαι, μνώεο σεῖο δ ̓ ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήων μνήσομαι· ἔλθοι δ ̓ ἡμιν ἀπόπροθεν ἠέ τις ὄσσα, ἠέ τις ἄγγελος ὄρνις, ὅτ ̓ ἐκλελάθοιο ἐμεῖο· ἢ αὐτήν με ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν ἐνθένδ ̓ εἰς Ἰαωλκὸν ἀναρπάξασαι ἄελλαι, ὄφρά σ', ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα, μνήσω ἐμῇ ἰότητι πεφυγμένον. αἴθε γὰρ εἴην ἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν.” 947-965; 1101-1116.

BOOK VII.

EPIGRAM S.

EROTIC.

H

CCCII.

ΔΗ λευκόϊον θάλλει, θάλλει δὲ φίλομβρος

νάρκισσος, θάλλει δ' οὐρεσίφοιτα κρίνα. ἤδη δ ̓ ἡ φιλέραστος, ἐν ἄνθεσιν ὥριμον ἄνθος, Ζηνοφίλα Πειθοῦς ἡδὺ τέθηλε ῥόδον. λειμῶνες, τί μάταια κόμαις ἔπι φαιδρὰ γελᾶτε; ὁ γὰρ παῖς κρέσσων ἁδυπνόων στεφάνων. MELEAGER.

CCCIII.

Π

ΕΜΠΩ σοὶ, Ροδόκλεια, τόδε στέφος, ἄνθεσι

καλοῖς

αὐτὸς ὑφ ̓ ἡμετέραις πλεξάμενος παλάμαις. ἔστι κρίνον, ῥοδέη τε κάλυξ, νοτερή τ ̓ ἀνεμώνη, καὶ νάρκισσος ὑγρὸς, καὶ κυαναυγὲς ἴον. ταῦτα στεψαμένη, λῆξον μεγάλαυχος ἐοῦσα· ἀνθεῖς καὶ λήγεις καὶ σὺ καὶ ὁ στέφανος.

RUFINUS

CCCIV.

ΕΙ καὶ τηλοτέρω Μερόης τεὸν ἴχνος ἐρείσεις,

πτηνὸς ̓́Ερως, πτηνὸν κεῖσέ με ὥστε φέρειν. εἰ καὶ ἐς ἀντολίην πρὸς ὁμόχροον ἕξεαι Ἠὼ, πεζὸς ἀμετρήτοις ἕψομαι ἐν σταδίοις.

εἰ δέ τι σοὶ στέλλω βύθιον γέρας, ἵλαθι, κούρη, εἰς σὲ θαλασσαίη τοῦτο φέρει Παφίη, κάλλεϊ νικηθεῖσα τεοῦ χροὸς ἱμερόεντος, τὸ πρὶν ἐπ' ἀγλαΐῃ θάρσος ἀπωσαμένη.

PAUL THE SILENTIARY.

K

CCCV.

ΕΙΜΑΙ. λὰξ ἐπίβαινε κατ' αὐχένος, ἄγριε

Δαῖμον.

οἶδά σε, ναὶ μὰ θεοὺς, καὶ βαρὺν ὄντα φέρειν. οἶδα καὶ ἔμπυρα τόξα. βαλὼν δ ̓ ἐπ' ἐμὴν φρένα

πυρσούς,

οὐ φλέξεις ἤδη· πᾶσα γάρ ἐστι τέφρη.

MELEAGER.

CCCVI.

ΝΕΡΑ λυσσητῆρι κυνὸς βεβολημένον ἰῷ

ΑΝ

ὕδασι θηρείην εἰκόνα φασὶ βλέπειν.

λυσσώων τάχα πικρὸν Ερως ἐνέπηξεν ὀδόντα εἰς ἐμὲ, καὶ μανίαις θυμὸν ἐληΐσατο.

σὴν γὰρ ἐμοὶ καὶ πόντος ἐπήρατον εἰκόνα φαίνει, καὶ ποταμῶν δῖναι, καὶ δέπας οἰνοχόων.

PAUL THE SILENTIARY.

« ElőzőTovább »