Oldalképek
PDF
ePub

BOOK VI.

THE ALEXANDRIAN SCHOOL.

THEOCRITUS.

ΘΥΡ.

CCLXVII.

Thyrsis.

ΔΥ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς αἰπόλε τήνα

ἁ ποτὶ ταῖς παγαῖσι μελίσδεται, ἡδὺ δὲ καὶ τὸ συρίσδες· μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον ἀποισῇ. αἴκα τῆνος ἕλη κεραὸν τράγον, αἶγα τὸ λαψῇ· αἴκα δ' αἶγα λάβῃ τῆνος γέρας, ἐς τὲ καταρρεῖ ἡ χίμαρος ̇ χιμάρῳ δὲ καλὸν κρέας, ἕστέ κ' ἀμέλξης ΑΙΠ. ἅδιον, ὦ ποιμὰν, τὸ τεὸν μέλος, ἢ τὸ καταχὲς

τῆν ἀπὸ τᾶς πέτρας καταλείβεται ὑψόθεν ὕδωρ. αἴκα ταὶ Μῶσαι τὰν οἴιδα δῶρον ἄγωνται, ἄρνα τὺ σακίταν λαψῇ γέρας· αἰ δέ κ' ἀρέσκῃ τήναις ἄρνα λαβεῖν, τὺ δὲ τὰν ἔϊν ὕστερον ἀξῇ.

ΘΥΡ. λῇς, ποτὶ τῶν Νυμφᾶν, λῇς, αἰπόλε, τεῖδε

καθίξας,

ὡς τὸ κάταντες τοῦτο γεώλοφον, ᾗ τε μυρῖκαι, συρίσδεν; τὰς δ' αἶγας ἐγὼν ἐν τῷδε νομευσῶ. ΑΙΠ. οὐ θέμις, ὦ ποιμὰν, τὸ μεσαμβρινὸν οὐ θέμις ἄμμιν

συρίσδεν· τὸν Πᾶνα δεδοίκαμες· ἡ γὰρ ἀπ ̓ ἄγρας τανίκα κεκμακὼς ἀμπαύεται· ἐντὶ δὲ πικρὸς, καί οἱ ἀεὶ δριμεῖα χολὰ ποτὶ ῥινὶ κάθηται. ἀλλὰ (τὺ γὰρ δὴ, Θύρσι, τὰ Δάφνιδος ἄλγε ̓ ἄειδες, καὶ τᾶς βωκολικᾶς ἐπὶ τὸ πλέον ἵκεο μώσας,) δεῦρ ̓ ὑπὸ τὰν πτελέαν ἑσδώμεθα, τῶ τε Πριήπω καὶ τῶν Κρανιάδων κατεναντίον, ἅπερ ὁ θῶκος τῆνος ὁ ποιμενικὸς καὶ ταὶ δρύες. αἰ δέ κ' ἀείσης, ὡς ὅκα τὸν Λιβύαθε ποτὶ Χρόμιν ᾆσας ἐρίσδων, αἶγά τέ τοι δωσῶ διδυματόκον ἐς τρὶς ἀμέλξαι, ἃ δύ' ἔχοισ ̓ ἐρίφως ποταμέλξεται ἐς δύο πέλλας, καὶ βαθὺ κισσύβιον κεκλυσμένον ἁδέϊ καρῷ, ἀμφῶες, νεοτευχὲς, ἔτι γλυφάνοιο ποτόσδον.—

ἄρχετε βωκολικᾶς, Μῶσαι φίλαι, ἄρχετ' ἀοιδᾶς. Θύρσις ὅδ' ὡξ Αἴτνας· καὶ Θύρσιδος ἁδέα φωνά. πᾷ ποκ ̓ ἄρ ̓ ἦσθ ̓, ὅκα Δάφνις ἐτάκετο, πᾷ ποκα, Νύμφαι;

ἢ κατὰ Πηνειῶ καλὰ τέμπεα, ἢ κατὰ Πίνδω ;
οὐ γὰρ δὴ ποταμῶ γε μέγαν ῥόον εἴχετ ̓ ̓Ανάπω,

οὐδ ̓ Αἴτνας σκοπιάν, οὐδ ̓ ̓́Ακιδος ἱερὸν ὕδωρ. ἄρχετε βωκολικᾶς, Μῶσαι φίλαι, ἄρχετ' ἀοιδᾶς. τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο,

τῆνον χώκ δρυμοῖο λέων ἔκλαυσε θανόντα.

ἄρχετε βωκολικᾶς, Μῶσαι φίλαι, ἄρχετ ̓ ἀοιδᾶς. πολλαί οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέ τε ταῦροι, πολλαὶ δ ̓ αὖ δαμάλαι καὶ πόρτιες ὠδύραντο.

ἄρχετε βωκολικᾶς, Μῶσαι φίλαι, ἄρχετ ̓ ἀοιδᾶς. ἦνθ' Ερμᾶς πράτιστος ἀπ ̓ ὤρεος, εἶπε δέ· Δάφνι, τίς τυ κατατρύχει; τίνος, ὦ γαθὲ, τόσσον ἐρᾶσαι ; ἄρχετε βωκολικᾶς, Μῶσαι φίλαι, ἄρχετ' ἀοιδᾷς. ἦνθον τοὶ βῶται, τοὶ ποιμένες, ὑπόλοι ἦνθον, πάντες ἀνηρώτευν, τί πάθοι κακόν. ἦνθ ̓ ὁ Πρίηπος κἤφα, Δάφνι τάλαν, τί νυ τάκεαι; ὁ δέ τε κώρα πᾶσας ἀνὰ κράνας, πάντ' ἄλσεα ποσσὶ φορεῖται,— ἄρχετε βωκολικᾶς, Μῶσαι φίλαι, ἄρχετ ̓ ἀοιδᾶς, ἦνθέ γε μαν ἁδεῖα καὶ ὁ Κύπρις γελάοισα, λάθρια μὲν γελάοισα, βαρὺν δ ̓ ἀνὰ θυμὸν ἔχοισα, κῇπε· τύ θὴν τὸν ἔρωτα κατεύχεο, Δάφνι, λυγιξεῖν· ἆρ ̓ οὐκ αὐτὸς ἔρωτος ὑπ' ἀργαλέω ἐλυγίχθης ;

ἄρχετε βωκολικᾶς, Μῶσαι φίλαι, ἄρχετ ̓ ἀοιδᾶς. τὰν δ ̓ ἄρα χώ Δάφνις ποταμείβετο· Κύπρι βαρεῖα, Κύπρι νεμεσσατὰ, Κύπρι θνατοῖσιν ἀπεχθής· ἤδη γὰρ φράσδει πάνθ' ἅλιον ἄμμι δεδύκειν· Δάφνις κὴν ἀΐδα κακὸν ἔσσεται ἄλγος ἔρωτι.—

λήγετε βωκολικᾶς, Μῶσαι, ἴτε, λήγετ ̓ ἀοιδᾶς. νῦν δ ̓ ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δ ̓ ἄκανθαι, ὁ δὲ καλὰ νάρκισσος ἐπ ̓ ἀρκεύθοισι κομάσαι· πάντα δ' ἔναλλα γένοιτο, καὶ ἁ πίτυς ὄχνας ἐνείκαι, Δάφνις ἐπεὶ θνάσκει· καὶ τὼς κύνας ὥλαφος ἕλκοι, κῆς ὀρέων τοὶ σκῶπες ἀηδόσι δηρίσαιντο.

λήγετε βωκολικᾶς, Μῶσαι, ἴτε, λήγετ ̓ ἀοιδᾶς. χὼ μὲν τόσσ ̓ εἰπὼν ἀπεπαύσατο· τὸν δ' ̓Αφροδίτα ἤθελ ̓ ἀνορθῶσαι· τά γε μὴν λίνα πάντα λελοίπει ἐκ Μοιρᾶν χώ Δάφνις ἔβα ῥόον· ἔκλυσε δίνα τὸν Μώσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ. Idyl. I. 1-28; 64-103; 131-141.

Ω

CCLXVIII.

Amaryllis.

ΧΑΡΙΕΣΣ' ̓Αμαρυλλὶ, τί μ' οὐκ ἔτι τοῦτο κατ ̓ ἄντρον

παρκύπτοισα καλεῖς τὸν ἐρωτύλον ; ἦ ῥά με μισεῖς ; ἡ ῥά γέ τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν, νύμφα, καὶ προγένειος; ἀπάγξασθαί με ποιησεῖς. ἠνίδε τοι δέκα μᾶλα φέρω τηνῶθε καθεῖλον, ὦ μ' ἐκέλευ καθελεῖν τύ· καὶ αὔριον ἄλλα τοι οἰσῶ. θᾶσαι μὰν θυμαλγὲς ἐμὸν ἄχος· αἴθε γενοίμαν ἁ βομβεῦσα μέλισσα, καὶ ἐς τεὸν ἄντρον ἱκοίμαν, τὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν, ἅ τυ πυκάσδη. νῦν ἔγνων τὸν Ερωτα βαρὺς θεός· ἦ ῥα λεαίνας μασδὸν ἐθήλασδε, δρυμῷ τέ νιν ἔτρεφε μάτηρ ὅς με κατασμύχων καὶ ἐς ὀστίον ἄχρις ἰάπτει.

ὦ τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίθος· ὦ κυάνοφρυ νύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὥς τυ φιλάσω. ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις.

τὸν στέφανον τῖλαί με καταυτίκα λεπτὰ ποιησεῖς, τόν τοι ἐγὼν, Αμαρυλλὶ φίλα, κισσοῖο φυλάσσω,

ἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις. ὦ μοι ἐγώ, τί πάθω; τί ὁ δύσσοος; οὐχ ὑπα· κούεις ;

τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι, περ τὼς θύννως σκοπιάζεται Ολπις ὁ γριπεύς. αἴκα μὴ ἐποθάνω, τό γε μὰν τεὸν ἡδὺ τέτυκται. Idyl. III. 5-27.

ΒΑΛΛΕΙ

CCLXIX.

Polyphemus' Dog.

τοι, Πολύφαμε, τὸ ποίμνιον ἁ Γαλά

τεια

μάλοισιν, δυσέρωτα τὸν αἰπόλον ἄνδρα καλεῦσα· καὶ τύ νιν οὐ ποθόρησθα τάλαν, τάλαν, ἀλλὰ κάθη

σαι

ἁδέα συρίσδων. πάλιν ἅδ ̓, ἴδε, τὰν κύνα βάλλει, ἅ τοι τῶν δΐων ἕπεται σκοπός· ἡ δὲ βαΰσδει εἰς ἅλα δερκομένα· τὰ δέ νιν καλὰ κύματα φαίνει ἅσυχα καχλάζοντος ἐπ ̓ αἰγιαλοῖο θέοισαν, φράζεο, μὴ τᾶς παιδὸς ἐπὶ κνάμαισιν ὀρούσῃ ἐξ ἁλὸς ἐρχομένας, κατὰ δὲ χρόα καλὸν ἀμύξῃ. ἃ δὲ καὶ αὐτόθε τοι διαθρύπτεται, ὡς ἀπ' ἀκάνθας ταὶ καπυραὶ χαῖται, τὸ καλὸν θέρος ἁνίκα φρύγει· καὶ φεύγει φιλέοντα, καὶ οὐ φιλέοντα διώκει·

αὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον· ἡ γὰρ ἔρωτι πολλάκις, ὦ Πολύφαμε, τὰ μὴ καλὰ καλὰ πέφανται. Idyl. vi. 6-19.

« ElőzőTovább »