Oldalképek
PDF
ePub

A

XIII.

Speech of Phoenix.

ΛΛ' ̓Αχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τι

σε χρή

νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε. καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσιν λοιβῇ τε κνίσῃ τε παρατρωπῶσ ̓ ἄνθρωποι λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ. καὶ γάρ τε Λιταί εἰσι Διὸς κοῖραι μεγάλοιο, χωλαί τε ῥυσαί τε παραβλῶπές τ ̓ ὀφθαλμώ αἅ ῥά τε καὶ μετόπισθ' Ατης ἀλέγουσι κιοῦσαι. ἡ δ' Ατη σθεναρή τε καὶ ἀρτίπος, οἵνεκα πάσας πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπ' αἶαν βλάπτουσ ̓ ἀνθρώπους· αἱ δ ̓ ἐξακέονται ὀπίσσω. ὃς μέν τ' αἰδέσεται κούρας Διὸς ἄσσον ἰούσας, τὸν δὲ μέγ' ὤνησαν καί τ' ἔκλυον εὐξαμένοιο· ὃς δέ κ' ἀνήνηται καί τε στερεῶς ἀποείπῃ, λίσσονται δ' ἄρα ταίγε Δία Κρονίωνα κιοῦσαι τῷ Ατην ἅμ' ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ. ἀλλ ̓ ̓Αχιλεῦ πόρε καὶ σὺ Διὸς κούρησιν ἕπεσθαι τιμήν, ἥτ' ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν. εἰ μὲν γὰρ μὴ δῶρα φέροι, τὰ δ ̓ ὄπισθ ̓ ὀνομάζοι Ατρείδης, ἀλλ ̓ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι, οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην

Αργείοισιν ἀμυνέμεναι, χατέουσί περ ἔμπης· νῦν δ ̓ ἅμα τ' αὐτίκα πολλὰ διδοῖ, τὰ δ' ὄπισθεν ὑπέστη,

ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους, κρινάμενος κατὰ λαὸν ̓Αχαιικόν, οἵτε σοὶ αὐτῷ φίλτατοι Αργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξης, μηδὲ πόδας· πρὶν δ' οὔτι νεμεσσητὸν κεχολῶσθαι. οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν ἡρώων, ὅτε κέν τιν' ἐπιζάφελος χόλος ἵκοι· δωρητοί τε πέλοντο, παράρρητοί τ' ἐπέεσσιν.

v. 496-526.

XIV.

Ajax.

Ω

Σ εἰπὼν ὁ μὲν ἦρχ ̓, ὁ δ ̓ ἅμ ἔσπετο ἰσόθεος

φώς.

εὗρον ἔπειτ' Οδυσῆα διίφιλον· ἀμφὶ δ ̓ ἄρ ̓ αὐτὸν Τρῶες ἕπονθ ̓ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν ἀμφ' ἔλαφον κεραὸν βεβλημένον, ὅν τ' ἔβαλ' ἀνὴρ ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τ' ἤλυξε πόδεσσιν φεύγων, ὄφρ' αἷμα λιαρόν καὶ γούνατ' ὀρώρη· αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀιστός, ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν ἐν νέμει σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὁ δάπτει· ὥς ῥα τότ' ἀμφ' Ὀδυσῆα δαΐφρονα ποικιλομήτην

Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι· αὐτὰρ ὅ γ' ἥρως αίσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ'

Αἴας δ' ἐγγύθεν ἦλθε, φέρων σάκος ἠύτε πύργον, στῆ δὲ παρέξ. Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.

Ζεὺς δὲ πατὴρ Αἴανθ' ὑψίζυγος ἐν φόβον ὦρσεν στῆ δὲ ταφών, ἔπιθεν δὲ σάκος βάλεν ἑπταβόειον· τρέσσε δὲ παπτήνας ἐφ' ὁμίλου, θηρὶ ἐοικώς, ἐντροπαλιζόμενος, ὀλίγον γόνυ γουνὸς ἀμείβων. ὡς δ' αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο ἐσσεύοντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται, οἵ τε μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι πάννυχοι ἐγρήσσοντες· ὁ δὲ κρειῶν ἐρατίζων, ἰθύει, ἀλλ ̓ οὔτι πρήσσει· θαμέες γὰρ ἄκοντες ἀντίοι ἀίσσουσι θρασειάων ἀπὸ χειρῶν, καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ· ἠῶθεν δ' ἀπονόσφιν ἔβη τετιηότι θυμῷ· ὣς Αἴας τότ' ἀπὸ Τρώων τετιημένος ἦτορ ἤιε, πόλλ' ἀέκων· περὶ γὰρ δίε νηυσὶν 'Αχαιῶν. ὡς δ' ὅτ' ὄνος παρ' ἄρουραν ἰὼν ἐβιήσατο παῖδας νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλ ̓ ἀμφὶς ἐάγη, κείρει τ ̓ εἰσελθὼν βαθὺ λήιον· οἱ δέ τε παῖδες τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν· σπουδῇ τ' ἐξήλασσαν, ἐπεί τ' ἐκορέσσατο φορβῆς ὣς τότ' ἔπειτ' Αἴαντα μέγαν, Τελαμώνιον υἱόν, Τρῶες ὑπέρθυμοι, τηλέκλητοί τ' ἐπίκουροι νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο. Αἴας δ' ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς,

αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν. Bk. XI. 472-486; 544-568.

ΧV.

Colloquy between Hector and Polydamas.

Η τότε Πουλυδάμας θρασὺν Εκτορα εἶπε

παραστάς

Εκτορ, ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν, δῆμον ἐόντα παρἐξ ἀγορευέμεν, οὔτ ̓ ἐνὶ βουλῇ, οὔτε ποτ' ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν· νῦν δ' αὖτ ̓ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν. ὧδε γὰρ ἐκτελέεσθαι οίομαι, εἰ ἐτεόν γε Τρωσὶν ὅδ' ὄρνις ἐπῆλθε, περησέμεναι μεμαῶσιν, αἰετὸς ὑψιπέτης ἐπ' ἀριστερὰ λαὸν ἐέργων, φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον ζωόν· ἄφαρ δ' ἀφέηκε, πάρος φίλα οἰκί' ἱκέσθαι, οὐδ ̓ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν. ὣς ἡμεῖς, εἰ πέρ τε πύλας καὶ τεῖχος Αχαιῶν ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δ' Αχαιοί, οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ' αὐτὰ κέλευθα πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν ̓Αχαιοὶ χαλκῷ δηώσουσιν, ἀμυνόμενοι περὶ νηῶν. ὧδε χ ̓ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ

εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.

Τὸν δ ̓ ἄρ ̓ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος

"Εκτωρ

Πουλυδάμα, σὺ μὲν οὐκέτ' ἐμοὶ φίλα ταῦτ ̓ ἀγορεύεις

οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. εἰ δ' ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί, ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσεν· τύνη δ' οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις πείθεσθαι, τῶν οὔ τι μετατρέπομ' οὐδ ̓ ἀλεγίζω, εἴτε ἐπὶ δεξί ̓ ἴωσι πρὸς ἠῶ τ' ἠέλιόν τε, εἴτε ἐπ' ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα. ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ, ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει. εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ πάτρης.

Bk. XII. v. 210-243.

Ω

XVI.

Simile.

Σ τώ γε προβοῶντε μάχην ὤτρυνον 'Αχαιῶν.

τῶν δ', ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ ἤματι χειμερίῳ, ὅτε τ ̓ ὤρετο μητίετα Ζεὺς νειφέμεν, ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα κοιμήσας δ' ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψη

« ElőzőTovább »