Oldalképek
PDF
ePub
[graphic][merged small]

Ω

BOOK I.

THE ILIAD.

I.

The Pestilence sent by Apollo.

Σ ἔφατ', ἔδδεισεν δ' ὁ γέρων καὶ ἐπείθετο μύθῳ, βῆ δ ̓ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσ

σης.

πολλὰ δ ̓ ἔπειτ ̓ ἀπάνευθε κιὼν ἠρᾶθ ̓ ὁ γεραιὸς ̓Απόλλωνι ἄνακτι, τὸν ἠύκομος τέκε Λητώ.

Κλύθί μευ,

Αργυρότοξ, ὃς Χρύσην ἀμφιβέβηκας,

Κίλλαν τε ζαθέην, Τενέδοιό τε ΐφι ἀνάσσεις, Σμινθεῦ. εἴποτέ τοι χαρίεντ' ἐπὶ νηὸν ἔρεψα, ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί ̓ ἔκηα ταύρων ἠδ ̓ αἰγῶν, τόδε μοι κρήηνον ἐέλδωρ· τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν. Ὣς ἔφατ' εὐχόμενος· τοῦ δὲ κλύε Φοῖβος Απόλλων

B

βῆ δὲ κατ' Οὐλύμποιο καρήνων, χωόμενος κῆρ, τόξ' ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην ἔκλαγξαν δ' ἄρ ̓ ὀιστοὶ ἐπ ̓ ὤμων χωομένοιο, αὐτοῦ κινηθέντος· ὁ δ ̓ ἤιε νυκτὶ ἐοικώς· ἕζετ ̓ ἔπειτ' ἀπάνευθε νεῶν, μετὰ δ' ἰὸν ἕηκεν· δεινὴ δὲ κλαγγὴ γένετ' ἀργυρέοιο βιοῖο. οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργους· αὐτὰρ ἔπειτ ̓ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς βάλλ'· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί. Bk. 1. v. 33-52.

ΙΙ.

The Quarrel of Achilles and Agamemnon.

Τον δ' ἄρ ̓ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς

μοι,

̓Αχιλλεύς.

ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον.

πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Αχαιῶν, ἢ ὁδὸν ἐλθέμεναι, ἢ ἀνδράσιν ἶφι μάχεσθαι; οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ' ἤλυθον αἰχμητάων δεῦρο μαχησόμενος· ἐπεὶ οὔτι μοι αἴτιοι εἰσίν· οὐ γάρ πώ ποτ' ἐμὰς βοῦς ἤλασαν, οὐδὲ μὲν ἵππους, οὐδέ ποτ' ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ καρπὸν ἐδηλήσαντ'· ἐπεὶ ἢ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα, θάλασσά τε ἠχήεσσα·

ἀλλὰ σοί, ὦ μέγ' ἀναιδές, ἅμ ̓ ἑσπόμεθ', ὄφρα σὺ

χαίρης,

τιμὴν ἀρνύμενοι Μενελάφ, σοί τε, κυνῶπα, πρὸς Τρώων — τῶν οὔτι μετατρέπῃ, οὐδ ̓ ἀλεγίζεις καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς, ᾧ ἔπι πόλλ' ἐμόγησα, δόσαν δέ μοι υἷες Αχαιῶν. οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας, ὁππότ' Αχαιοὶ Τρώων ἐκπέρσωσ ̓ ἐὺ ναιόμενον πτολίεθρον ἀλλὰ τὸ μὲν πλεῖον πολυάικος πολέμοιο

χεῖρες ἐμαὶ διέπουσ'· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ' ὀλίγον τε φίλον τε ἔρχομ ̓ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων. νῦν δ ̓ εἶμι Φθίηνδ', ἐπεὶ ἤ πολὺ φέρτερόν ἐστιν, οἴκαδ ̓ ἴμεν σὺν νηυσὶ κορωνίσιν· οὐδέ σ' οίω ἐνθάδ' ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.

Τὸν δ' ἠμείβετ ̓ ἔπειτα ἄναξ ἀνδρῶν ̓Αγαμέμνων. φεῦγε μάλ', εἴ τοι θυμὸς ἐπέσσυται. οὐδέ σ' ἔγωγε λίσσομαι εἵνεκ' ἐμεῖο μένειν· πάρ' ἔμοιγε καὶ ἄλλοι, οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς. ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων αἰεὶ γάρ τοι ἔρις τε φίλη, πόλεμοί τε, μάχαι τε. εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τόγ' ἔδωκεν. οἶκαδ' ἰὼν σὺν νηυσί τε σῆς καὶ σοῖς ἑτάροισιν, Μυρμιδόνεσσιν ἄνασσε. σέθεν δ ̓ ἐγὼ οὐκ ἀλεγίζω, οὐδ ̓ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε. ὡς ἔμ ̓ ἀφαιρεῖται Χρυσηίδα Φοῖβος Απόλλων, τὴν μὲν ἐγὼ σὺν νηί τ ̓ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν πέμψω, ἐγὼ δέ κ' ἄγω Βρισηίδα καλλιπάρηον, αὐτὸς ἐὼν κλισίηνδε, τὸ σὸν γέρας· ὄφρ ̓ ἐὺ εἰδῆς, ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος

« ElőzőTovább »