Oldalképek
PDF
ePub

Φίλταθ' ‘Αρμόδι', οὔ τί που τέθνηκας,
νήσοις δ' ἐν μακάρων σέ φασιν εἶναι,
ἵνα περ ποδώκης ̓Αχιλεύς,
Τυδείδην τέ φασιν ἐσθλὸν Διομήδεα.

Εν μύρτου κλαδὶ τὸ ξίφος φορήσω,
ὥσπερ 'Αρμόδιος κ' Αριστογείτων,
ὅτ' Αθηναίης ἐν θυσίαις

ἄνδρα τύραννον Ιππαρχον ἐκαινέτην.

Αἰεὶ σφῷν κλέος ἔσσεται κατ' αἶαν,
Φίλταθ' ‘Αρμόδιος κ' Αριστογείτων,
ὅτι τὸν τύραννον κτανέτην,

ἰσονόμους τ' Αθήνας ἐποιησάτην.

CXXXIII.

CALLISTRATUS.

Ε

ΙΘ ̓ ἐξῆν ὁποῖός τις ἦν ἕκαστος

τὸ στῆθος διελόντ ̓, ἔπειτα τὸν νοῦν ἐσιδόντα, κλείσαντα πάλιν,

ἄνδρα φίλον νομίζειν ἀδόλῳ φρενί.

E

CXXXIV.

ΙΘΕ λύρα καλὴ γενοίμην ἐλεφαντίνη,

και με καλοὶ παῖδες φέροιεν Διονύσιον ἐς χορόν.

Εἴθ ̓ ἄπυρον καλὸν γενοίμην μέγα χρυσίον,
καί με καλὴ γυνὴ φοροίη καθαρὸν θεμένη νόον.

CXXXV.

The Soldier's Wealth.

ΕΣΤΙ μοι πλοῦτος μέγας δόρυ καὶ ξίφος καὶ τὸ καλὸν λαισήϊον, πρόβλημα χρωτός. τούτῳ γὰρ ἀρῶ, τούτῳ θερίζω,

τούτῳ πατέω τὸν ὁδὸν οἶνον ἀπ' ἀμπέλω· τούτῳ δεσπότας μνοίας κέκλημαι.

Τοὶ δὲ μὴ τολμῶντ ̓ ἔχειν δόρυ καὶ ξίφος καὶ τὸ καλὸν λαισήϊον, πρόβλημα χρωτός, πάντες γόνυ πεπτηῶτες ἀμὸν προσκυνεῦντί με δεσπόταν

καὶ μέγαν βασιλέα φωνέοντες.

HYBRIAS THE CRETAN.

CXXXVI.

Α ΔΕΙ μύλα ἄλει·

καὶ γὰρ Πιττακὸς ἄλει, μεγάλας Μιτυλάνας βασιλεύων.

CXXXVII.

The Song of the Swallow.

Η ΑΘ', ἦλθε χελιδών,

καλὰς ὥρας ἄγουσα,

καλοὺς ἐνιαυτούς,

ἐπὶ γαστέρα λευκά,

ἐπὶ νῶτα μέλαινα.—

παλάθαν σὺ προκύκλει

ἐκ πίονος οἴκου,

οἴνου τε δέπαστρον,

τυρῶν τε κάνυστρον καὶ πύρνα χελιδών

καὶ λεκιθίταν

οὐκ ἀπωθεῖται. πότερ ̓ ἀπίωμες, ἢ λαβώμεθα; εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐκ ἐάσομεν, ἢ τὰν θύραν φέρωμες ἢ τοὐπέρθυρον, ἢ τὰν γυναῖκα τὰν ἔσω καθημέναν· μικρὰ μέν ἐστι, ῥᾳδίως μιν οἴσομεν· ἂν δὲ φέρῃς τι,

μέγα δή τι φέροιο.

ἄνοιγ', ἄνοιγε τὰν θύραν χελιδόνι· οὐ γὰρ γέροντές ἐσμεν, ἀλλὰ παιδία.

BOOK IV.

THE DR Α Μ Α.

TRAGIC POETS.

AESCHYLUS.

Ω

CXXXVIII.

Prometheus Bound.

ΔΙΟΣ αἰθὴρ καὶ ταχύπτεροι πνοαί,

ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων

ἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ,

καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ· ἴδεσθέ μ', οἷα πρὸς θεῶν πάσχω θεός. δέρχθηθ' οἵαις αἰκίαισιν

διακναιόμενος τὸν μυριετῆ

χρόνον ἀθλεύσω. τοιόνδ' ὁ νέος

ταγὸς μακάρων ἐξηῦρ ̓ ἐπ' ἐμοὶ

δεσμὸν ἀεικῆ.

φεῦ φεῦ· τὸ παρόν, τό τ' ἐπερχόμενον
πῆμα στενάχω, πῆ ποτε μόχθων

χρὴ τέρματα τῶνδ ̓ ἐπιτεῖλαι.

καίτοι τί φημι; πάντα προἐξεπίσταμαι σκεθρῶς τὰ μέλλοντ', οὐδέ μοι ποταίνιον πῆμ ̓ οὐδὲν ἥξει· τὴν πεπρωμένην δὲ χρὴ αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθ ̓ ὅτι τὸ τῆς ̓Ανάγκης ἔστ' ἀδήριτον σθένος. ἀλλ ̓ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας οἷόν τέ μοι τάσδ' ἐστί. θνητοῖς γὰρ γέρα πορὼν ἀνάγκαις ταῖσδ' ἐνέζευγμαι τάλας· ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος. τοιάσδε ποινὰς ἀμπλακημάτων τίνω, ὑπαίθριος δεσμοῖς πεπασσαλευμένος. ά ά, ἔα ἔα.

τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μ' ἀφεγγής,
θεόσυτος, ἢ βρότειος, ἢ κεκραμένη ;
ἵκετο τερμόνιον ἐπὶ πάγον

πόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων ;
ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν,
τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς
δι' ἀπεχθείας ἐλθόνθ ̓, ὁπόσοι
τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,
διὰ τὴν λίαν φιλότητα βροτῶν.
φεῦ φεῦ, τί ποτ' αὖ κινάθισμα κλύω
πέλας οἰωνῶν; αἰθὴρ δ' ἐλαφραῖς

« ElőzőTovább »