Oldalképek
PDF
ePub

THE

PHOENISSE

OF

EURIPIDES,

FROM THE TEXT, AND WITH A TRANSLATION OF
THE NOTES OF PORSON;

CRITICAL AND EXPLANATORY REMARKS,
ICAL

PARTLY ORIGINAL, PARTLY SELECTED FROM OTHER COMMENTATORS;

ILLUSTRATIONS OF IDIOMS FROM MATTHIÆ,
DAWES, VIGER, &c. &c.

EXAMINATION QUESTIONS, AND COPIOUS INDEXES.

BY THE REV. J. R. MAJOR, M.A. M.R.S.L.

MASTER OF WISBECH GRAMMAR SCHOOL.

FOR THE USE OF SCHOOLS AND COLLEGES.

LONDON:

SOLD BY BALDWIN & CO., LONGMAN & CO., WHITTAKER & CO.,

AND ALL OTHER BOOKSELLERS.

1830.

492.

[subsumed][merged small][graphic][subsumed][merged small][merged small]

ΥΠΟΘΕΣΙΣ.

ΕΤΕΟΚΛΗΣ, παραλαβὼν τὴν τῶν Θηβῶν βασιλείαν, ἀποστερεῖ τοῦ μέρους τὸν ἀδελφὸν αὑτοῦ Πολυνείκην· φυγὰς δ ̓ ἐκεῖνος εἰς Αργος παραγενόμενος, ἔγημε τὴν θυγατέρα τοῦ βασιλέως Αδράστου· κατελθεῖν δὲ εἰς τὴν πατρίδα φιλοτιμούμενος, καὶ πείσας τὸν πενθερὸν, συνήθροισεν ἀξιόχρεων στρατὸν ἐπὶ Θήβας κατὰ τοῦ ἀδελφοῦ. ἡ δὲ μήτηρ αὐτοῦ Ἰοκάστη ἐποίησεν αὐτὸν ὑπόσπονδον ἐλθεῖν εἰς τὴν πόλιν, καὶ διαλεχθῆναι πρότερον τῷ ἀδελφῷ περὶ τῆς ἀρχῆς· δεινοπροσωπήσαντος δὲ ὑπὸ τῆς τυραννίδος τοῦ Ἐτεοκλέους, ἡ μὲν Ιοκάστη συναγαγεῖν τὰ τέκνα εἰς φιλίαν οὐκ ἐδύνατο• Πολυνείκης δὲ ὡς πρὸς πολέμιον παραταξάμενος, ἀνεχώρησε τῆς πόλεως. ἔχρησε δὲ ὁ Τειρεσίας νίκην ἔσεσθαι τοῖς Θηβαίοις, ἐὰν ὁ παῖς Κρέον. τος Μενοικεὺς σφάγιον Αρει γένηται. ὁ μὲν οὖν Κρέων ἠρνήσατο ἐπιδοῦναι τῇ πόλει τὸν παῖδα· ὁ δὲ νεανίσκος ἐβούλετο, καὶ, τοῦ πατρὸς αὐτῷ φυγὴν μετὰ χρημάτων διδόντος, ἑαυτὸν ἀπέσφαξε. Θηβαῖοι δὲ τοὺς ἡγεμόνας τῶν ̓Αργείων ἔκτει· ναν. Ετεοκλῆς δὲ καὶ Πολυνείκης μονομαχήσαντες ἀνεῖλον ἀλλήλους. ἡ μὲν οὖν μήτηρ αὐτῶν εὑροῦσα νεκροὺς τοὺς υἱοὺς, ἀνεῖλεν ἑαυτήν· ὁ δὲ ταύτης ἀδελφὸς Κρέων παρέλαβε τὴν βασιλείαν. οἱ δὲ ̓Αργεῖοι νικηθέντες τῇ μάχῃ ἀνεχώρησαν. Κρέων δὲ δυσχερῶς φέρων, τοὺς μὲν ὑπὸ τῇ Καδμείᾳ τῶν πολεμίων πεσόντας οὐκ. ἔδωκεν εἰς ταφήν· Πολυνείκην δὲ ἀκήδευτον ἔῤῥιψεν· Οἰδίπουν δὲ φυγάδα τῆς πατρίδος ἀπέπεμψεν, ἐφ ̓ ὧν μὲν οὐ φυλάξας τὸν ἀνθρώπινον νόμον, ἐφ ̓ ὧν δὲ τὴν ὀργὴν λογοποιήσας, οὐδὲ παρὰ τὴν δυστυχίαν ἐλεήσας.

Χρησμὸς δοθεὶς Λαΐῳ.

Λάϊε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς ;
δώσω τοι φίλον υἱόν· ἀτάρ σε πεπρωμένον ἐστὶ
παιδὸς ἑοῦ χείρεσσι λιπεῖν φάος. ὡς γὰρ ἔνευσε
Ζεὺς Κρονίδης, Πέλοπος στυγεραῖς ἀραῖσι πιθήσας,
οὗ φίλον ἥρπασας υἱόν· ὁ δ ̓ ηὔξατό σοι τάδε πάντα.

Τὸ τῆς Σφιγγὸς αἴνιγμα.

Ἔστι δίπουν ἐπὶ γῆς, καὶ τέτραπον, οὗ μία φωνὴ,
καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον, ὅσσ ̓ ἐπὶ γαῖαν
ἑρπετὰ κινεῖται, ἀνά τ' αἰθέρα καὶ κατὰ πόντον.
ἀλλ ̓ ὁπόταν πλεόνεσσιν ἐρειδόμενον ποσὶ βαίνῃ,
ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.

iv

ΤΑ ΤΟΥ

ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ.

ΙΟΚΑΣΤΗ.

ΠΑΙΔΑΓΩΓΟΣ.

ΑΝΤΙΓΟΝΗ.

ΧΟΡΟΣ.

ΠΟΛΥΝΕΙΚΗΣ.

ΕΤΕΟΚΛΗΣ.

ΚΡΕΩΝ.

ΜΕΝΟΙΚΕΥΣ.

ΤΕΙΡΕΣΙΑΣ.

ΑΓΓΕΛΟΣ.

ΕΤΕΡΟΣ ΑΓΓΕΛΟΣ.

ΟΙΔΙΠΟΥΣ.

« ElőzőTovább »